Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.41 Joseph. AJ 6.45 (English) >>Joseph. AJ 6.49

6.43

Ἦν δʼ ἄρα καὶ πρὸς τὰς προρρήσεις τῶν συμβησομένων ἀνόητον τὸ πλῆθος καὶ δύσκολον ἐξελεῖν τῆς διανοίας κρίσιν ἤδη παρὰ τῷ λογισμῷ καθιδρυμένην· οὐδὲ γὰρ ἐπεστράφησαν οὐδʼ ἐμέλησεν αὐτοῖς τῶν Σαμουήλου λόγων, ἀλλʼ ἐνέκειντο λιπαρῶς καὶ χειροτονεῖν ἠξίουν ἤδη τὸν βασιλέα καὶ μὴ φροντίζειν τῶν ἐσομένων· 6.44ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δʼ αὐτοὺς μηδʼ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους Σαμουῆλος, ἀλλʼ ἐπιμένονταςνῦν μὲν, εἶπεν, ἄπιτε πρὸς αὑτοὺς ἕκαστος, μεταπέμψομαι δὲ ὑμᾶς εἰς δέον, ὅταν μάθω παρὰ τοῦ θεοῦ τίνα δίδωσιν ὑμῖν βασιλέα.” 6.45

Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα· τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων· Σαοῦλον αὐτὸν ἐκάλουν. 6.46οὗτος Κείς, ὄνων αὐτῷ ἐκ τῆς νομῆς καλῶν ἀποπλανηθεισῶν, ἥδετο γὰρ αὐταῖς ὡς οὐκ ἄλλῳ τινὶ τῶν κτημάτων, τὸν υἱὸν μεθʼ ἑνὸς θεράποντος ἐπὶ ζήτησιν τῶν κτηνῶν ἐξέπεμψεν· δʼ ἐπεὶ τὴν πάτριον περιῆλθε φυλὴν εἰς τὰς ἄλλας ἀφίκετο, οὐδʼ ἐν ταύταις δʼ ἐπιτυχὼν ἀπιέναι διεγνώκει, μὴ ποιήσῃ περὶ αὑτοῦ τῷ πατρὶ λοιπὸν φροντίδα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.41 Joseph. AJ 6.45 (English) >>Joseph. AJ 6.49

Powered by PhiloLogic